Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.50.4 | Hdt. 4.52.4 (English) | >>Hdt. 4.53.5 |
4.52.2 ἐκ ταύτης ὦν ἀνατέλλων ὁ Ὕπανις ποταμὸς ῥέει ἐπὶ μὲν πέντε ἡμερέων πλόον βραχὺς καὶ γλυκύς ἐστι , ἀπὸ δὲ τούτου πρὸς θαλάσσης τεσσέρων ἡμερέων πλόον πικρὸς δεινῶς ·
4.52.3 ἐκδιδοῖ γὰρ ἐς αὐτὸν κρήνη πικρή , οὕτω δή τι ἐοῦσα πικρή , ἣ μεγάθει σμικρὴ ἐοῦσα κιρνᾷ τὸν Ὕπανιν ἐόντα ποταμὸν ἐν ὀλίγοισι μέγαν . ἔστι δὲ ἡ κρήνη αὕτη ἐν οὔροισι χώρης τῆς τε ἀροτήρων Σκυθέων καὶ Ἀλαζόνων · οὔνομα δὲ τῇ κρήνῃ καὶ ὅθεν ῥέει τῷ χώρῳ σκυθιστὶ μὲν Ἐξαμπαῖος , κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν Ἱραὶ ὁδοί .
4.52.4 συνάγουσι δὲ τὰ τέρματα ὅ τε Τύρης καὶ ὁ Ὕπανις κατὰ Ἀλαζόνας , τὸ δὲ ἀπὸ τούτου ἀποστρέψας ἑκάτερος ῥέει εὐρύνων τὸ μέσον .
ch. 53
4.53.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.50.4 | Hdt. 4.52.4 (English) | >>Hdt. 4.53.5 |